Ἅγιος Ἰωάννης Χρυσόστομος - Λόγος εἰς
τὸ Ἅγιον Πάσχα
Κείμενον καί εἰς τέλος ἡ
μετάφρασις
________________________________________
αʹ. Εὔκαιρον σήμερον ἅπαντας ἡμᾶς ἀναβοῆσαι τὸ παρὰ
τοῦ μακαρίου Δαυῒδ εἰρημένον· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς
ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Ἰδοὺ γὰρ ἡμῖν παραγέγονεν ἡ ποθεινὴ καὶ
σωτήριος ἑορτὴ, ἡ ἀναστάσιμος ἡμέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἡ τῆς εἰρήνης
ὑπόθεσις, ἡ τῆς καταλλαγῆς ἀφορμὴ, ἡ τῶν πολέμων ἀναίρεσις, ἡ τοῦ θανάτου
κατάλυσις, ἡ τοῦ διαβόλου ἧττα.