ΚΥΛΙΟΜΕΝΟ ΜΥΝΗΜΑ

Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων , Ἀμήν... Δόξα σοι τῷ δείξαντι τό φῶς, καί φωτίσαντι τόν κόσμον..... Δόξα σοι Μῆτερ τοῦ Θεοῦ, δόξα σοι, ΠΑΝΑΓΙΑ, εὐχαριστοῦντες, προσκυνοῦμεν σε Μητέρα τοῦ Ὑψίστου.......
ΩΡΕΣ ΕΠΙΣΚΕΠΤΩΝ ΙΕΡΑΣ ΜΟΝΗΣ ΠΡΩΙ ΩΡΑ: 9:30 ΕΩΣ 13:00, ΑΠΟΓΕΥΜΑ ΩΡΑ:16:45 ΕΩΣ ΤΕΛΟΣ ΑΚΟΛΟΥΘΙΑΣ--Η ΜΟΝΗ ΠΑΡΑΜΕΝΕΙ ΚΛΕΙΣΤΗ ΟΛΗ ΤΗΝ ΗΜΕΡΑ ΚΑΘΕ ΔΕΥΤΕΡΑ ΚΑΙ ΤΗΝ ΠΑΡΑΣΚΕΥΗ ΚΑΤΑ ΤΗΝ ΠΕΡΙΟΔΟ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ ΜΟΝΟ ΤΟ ΠΡΩΙ ΕΩΣ ΤΗΝ ΕΝΑΡΞΗ ΤΗΣ ΑΚΟΛΟΥΘΙΑΣ 16:45+++++++ΤΕΛΕΥΤΑΙΕΣ ΑΝΑΡΤΗΣΕΙΣ :10.Ὑμνολογικά/Ἐκ τοῦ Συνοδικοῦ τῆς Ἁγίας καί Οἰκουμενικῆς Ζ΄ Συνόδου ὑπέρ τῆς Ὀρθοδοξίας--4.Πρόγραμμα/Πρόγραμμα περιόδου Μεγάλης Τεσσαρακοστῆς-Program for the Great Lent.--2.Θεομητορικά/''...Εἰστήκει παρά τῷ Σταυρῷ...''--1.Νουθεσίες/...Ἡ ἐλπίς οὐ καταισχύνει...--1.Νουθεσίες/Ὁ Ὓμνος τῆς πίστεως--Ἐνημέρωσις Γέροντός μας π.Ἀποστόλου--Ἡ Ἀνακομιδή τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις πατρός ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.--Τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Γρηγορίου,Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Θεολόγου.--15.Μοναστηριακά χτισίματα-κατασκευές/Νέες ἀναρτήσεις φωτογραφιῶν

Τετάρτη 29 Απριλίου 2020

Ἁγ. καί Μεγάλη Ἐβδομάς / Εὐαγγέλια Ι΄-ΙΑ΄-ΙΒ΄ τῶν Ἀχράντων Παθῶν

                                      Εὐαγγέλιον  Ι 

                          Ἐκ τοῦ κατὰ Μᾶρκον ιε΄ 43 - 47 

43. Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ Θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. 

44 ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· 
45 καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ. 46 καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησε τῇ σινδόνι καὶ κατέθηκεν αὐτὸν ἐν μνημείῳ ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισε λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 
47 ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία Ἰωσῆ ἐθεώρουν ποῦ τίθεται. 

                                        Εὐαγγέλιον  ΙΑ ΄ 

                                   Ἐκ τοῦ κατὰ Ἰωάννην ιθ΄ 38 - 42 

38.  Τῷ καιρῷ ἐκείνῳ, ἠρώτησεν τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ· καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. ἦλθεν οὖν καὶ ἦρε τὸ σῶμα τοῦ Ἰησοῦ. 
39 ἦλθε δὲ καὶ Νικόδημος ὁ  ἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρῶτον, φέρων μῖγμα σμύρνης καὶ ἀλόης ὡς λίτρας ἑκατόν. 
40 ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ καὶ ἔδησαν αὐτὸ ἐν ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶ τοῖς Ἰουδαίοις ἐνταφιάζειν. 41 ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινὸν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη· 
42 ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν. 





                     
                                    Εὐαγγέλιον   ΙΒ ΄


                              Ἐκ τοῦ κατὰ Ματθαῖον κζ΄ 62 - 66 

62.  Τῇ ἐπαύριον, ἥτις ἐστὶ μετὰ τὴν παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 
63 λέγοντες· Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν ἔτι ζῶν, μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.
64 κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ κλέψωσιν αὐτὸν καὶ εἴπωσι τῷ λαῷ, ἠγέρθη ἀπὸ τῶν νεκρῶν· καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης. 
65 ἔφη αὐτοῖς ὁ Πιλᾶτος· Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε. 
66 οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον σφραγίσαντες τὸν λίθον μετὰ τῆς κουστωδίας.   

Δόξα τῇ Μακροθυμίᾳ Σου , Κύριε , Δόξα σοι....
..Δόξα σοι , Κύριε,..
Δόξα σοι , Ἅγιε ....
Δόξα σοι , Βασιλεῦ ...
Δόξα σοι ὁ Θεός ἠμῶν , τρισυπόστατε Κύριε , προσκυνοῦμεν Σε.. καί δοξάζομεν .....
κατάπεμψον εἰρήνην τῷ λαῷ σου , τὴ ἐκκλησίᾳ σου , καί ταῖς ψυχαῖς ἡμῶν τό μέγα ἔλεος,
διά πρεσβειῶν τῆς Παναχράντου σου Μητρός, 
ΔΕΣΠΟΙΝΗΣ ἡμῶν 
ΘΕΟΤΟΚΟΥ καί 
ἈΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ. 
Δόξα σοι , ὀ θεός ἠμῶν , δόξα σοι 


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου